ΣΤΡΕΨΙΑΔΗΣ

᾿Ιοὺ ἰού·

Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·

ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται;

Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.

Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. ᾿Αλλ᾿ οὐκ ἂν πρὸ τοῦ.

Ἀπόλοιο δῆτ᾿, πόλεμε, πολλῶν οὕνεκα,
ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.

᾿Αλλ᾿ οὐδ᾿ χρηστὸς οὑτοσὶ νεανίας

ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.

᾿Αλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.

᾿Αλλ᾿ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος

ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν

διὰ τουτονὶ τὸν υἱόν. δὲ κόμην ἔχων

ἱππάζεταί τε καὶ ξυνωρικεύεται

ὀνειροπολεῖ θ᾿ ἵππους. ᾿Εγὼ δ᾿ ἀπόλλυμαι

ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·

οἱ γὰρ τόκοι χωροῦσιν.

Aristófanes, Nubes 1-19

Traducción literal

Antología griega

Traducción literaria

Inicio