φιλτάτη χείρ͵ φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων͵
<...> γλυκεῖα προσβολή͵
μαλθακὸς χρὼς πνεῦμά θ΄ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ΄· οὐκέτ΄ εἰμὶ προσβλέπειν
οἵα τε πρὸς ὑμᾶς͵ ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά͵
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων͵
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.

Eurípides, Medea 1071-1080

1075

1080

Traducción literal Antología griega

Traducción literaria

Inicio