Φύσις κέρατα ταύροις

ὁπλὰς δἔδωκεν ἵπποις,

 ποδωκίην λαγωοῖς,

λέουσι χάσμ ὀδόντων,

τοῖς ἰχθύσιν τὸ νηκτόν,

τοῖς ὀρνέοις πέτασθαι,

τοῖς ἀνδράσιν φρόνημα.

γυναιξὶν οὐκέτ’ εἶχεν.

τί οὖν δίδωσι; κάλλος

 ἀντ’ ἀσπίδων ἁπασῶν,

ἀντ’ ἐγχέων ἁπάντων.

νικᾷ δὲ καὶ σίδηρον

καὶ πῦρ καλὴ τις οὖσα.

           Anacreónticas, XXIV

 

Traducción literal

Antología griega

 

 

Traducción literaria

Inicio