Nῆσός  ἐστιν ὀνομαζομένη μὲν Πιτυοῦσσα, τὴν δὲ προσηγορίαν ἔχουσα ἀπὸ τοῦ πλήθους τῶν κατ᾿ αὐτὴν φυομένων πιτύων. πελαγία δ᾿ οὖσα διέστηκεν ἀπὸ μὲν Ἡρακλέους στηλῶν πλοῦν ἡμερῶν τριῶν καὶ τῶν ἴσων νυκτῶν, ἀπὸ δὲ Λιβύης ἡμέρας καὶ νυκτός, ἀπὸ δ᾿ Ἰβηρίας μιᾶς ἡμέρας <…>  ἔχει δὲ καὶ λιμένας ἀξιολόγους καὶ τειχῶν κατασκευὰς εὐμεγέθεις καὶ οἰκιῶν πλῆθος εὖ κατασκευασμένων. κατοικοῦσι δ᾿ αὐτὴν βάρβαροι παντοδαποί, πλεῖστοι δὲ Φοίνικες.

Diodoro Sículo , Biblioteca Histórica, V, 16 

 

 

Traducción literal

Inicio

 

 

Traducción literaria

Antología griega