[2.7.1] <...> Πάλιν οὖν Φιλητᾶς ἔφη· «θεός ἐστιν, παῖδες, Ἔρως, νέος καὶ καλὸς καὶ πετόμενος· διὰ τοῦτο καὶ νεότητι χαίρει καὶ κάλλος διώκει καὶ τὰς ψυχὰς ἀναπτεροῖ. [2.7.2] Δύναται δὲ τοσοῦτον ὅσον οὐδὲ Ζεὺς. Κρατεῖ μὲν στοιχείων, κρατεῖ δὲ ἄστρων, κρατεῖ δὲ τῶν ὁμοίων θεῶν· οὐδὲ ὑμεῖς τοσοῦτον τῶν αἰγῶν καὶ τῶν προβάτων. [2.7.3] Τὰ ἄνθη πάντα Ἔρωτος ἔργα· τὰ φυτὰ ταῦτα τούτου ποιήματα· διὰ τοῦτον καὶ ποταμοὶ ῥέουσι καὶ ἄνεμοι πνέουσιν.

Longo, Daphnis y Chloe II, 7, 1-3

Traducción literal

Antología griega

Traducción literaria Inicio